8
καὶ ὅτε ἤνοιξεν τὴν σφραγῖδα τὴν ἑβδόμην ἐγένετο σιγὴ ἐν τῷ οὐρανῷ ὡς ἡμιώριον καὶ εἶδον τοὺς ἑπτὰ ἀγγέλους οἳ ἐνώπιον τοῦ θεοῦ ἑστήκασιν καὶ ἐδόθησαν αὐτοῖς ἑπτὰ σάλπιγγες καὶ ἄλλος ἄγγελος ἦλθεν καὶ ἐστάθη ἐπὶ τὸ θυσιαστήριον ἔχων λιβανωτὸν χρυσοῦν καὶ ἐδόθη αὐτῷ θυμιάματα πολλὰ ἵνα δώσῃ ταῖς προσευχαῖς τῶν ἁγίων πάντων ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν τὸ ἐνώπιον τοῦ θρόνου καὶ ἀνέβη καπνὸς τῶν θυμιαμάτων ταῖς προσευχαῖς τῶν ἁγίων ἐκ χειρὸς τοῦ ἀγγέλου ἐνώπιον τοῦ θεοῦ καὶ εἴληφεν ἄγγελος τὸ λιβανωτόν καὶ ἐγέμισεν αὐτὸ ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου καὶ ἔβαλεν εἰς τὴν γῆν καὶ ἐγένοντο φωναὶ καὶ βρονταὶ καὶ ἀστραπαὶ καὶ σεισμός καὶ οἱ ἑπτὰ ἄγγελοι ἔχοντες τὰς ἑπτὰ σάλπιγγας ἡτοίμασαν εαὐτοὺς ἵνα σαλπίσωσιν καὶ πρῶτος ἄγγελος ἐσάλπισεν καὶ ἐγένετο χάλαζα καὶ πῦρ μεμιγμένα αἵματι καὶ ἐβλήθη εἰς τὴν γῆν καὶ τὸ τρίτον τῶν δένδρων κατεκάη καὶ πᾶς χόρτος χλωρὸς κατεκάη καὶ δεύτερος ἄγγελος ἐσάλπισεν καὶ ὡς ὄρος μέγα πυρὶ καιόμενον ἐβλήθη εἰς τὴν θάλασσαν καὶ ἐγένετο τὸ τρίτον τῆς θαλάσσης αἷμα καὶ ἀπέθανεν τὸ τρίτον τῶν κτισμάτων τῶν ἐν τῇ θαλάσσῃ τὰ ἔχοντα ψυχάς καὶ τὸ τρίτον τῶν πλοίων διεφθάρη 10 καὶ τρίτος ἄγγελος ἐσάλπισεν καὶ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἀστὴρ μέγας καιόμενος ὡς λαμπάς καὶ ἔπεσεν ἐπὶ τὸ τρίτον τῶν ποταμῶν καὶ ἐπὶ τὰς πηγὰς ὑδάτων 11 καὶ τὸ ὄνομα τοῦ ἀστέρος λέγεται ἄψινθος καὶ γίνεται τὸ τρίτον εἰς ἄψινθον καὶ πολλοὶ ἀνθρώπων ἀπέθανον ἐκ τῶν ὑδάτων ὅτι ἐπικράνθησαν 12 καὶ τέταρτος ἄγγελος ἐσάλπισεν καὶ ἐπλήγη τὸ τρίτον τοῦ ἡλίου καὶ τὸ τρίτον τῆς σελήνης καὶ τὸ τρίτον τῶν ἀστέρων ἵνα σκοτισθῇ τὸ τρίτον αὐτῶν καὶ ἡμέρα μὴ φαίνῃ τὸ τρίτον αὐτῆς καὶ νὺξ ὁμοίως 13 καὶ εἶδον καὶ ἤκουσα ἑνὸς ἀγγέλου πετωμένου ἐν μεσουρανήματι λέγοντος φωνῇ μεγάλῃ οὐαὶ οὐαὶ οὐαὶ τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς ἐκ τῶν λοιπῶν φωνῶν τῆς σάλπιγγος τῶν τριῶν ἀγγέλων τῶν μελλόντων σαλπίζειν