2
1 τῷ ἀγγέλῳ τῆς ἐφέσίνης ἐκκλησίας γράψον τάδε λέγει ὁ κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξιᾷ αὐτοῦ ὁ περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν
2 οἶδα τὰ ἔργα σου καὶ τὸν κόπον σου καὶ τὴν ὑπομονήν σου καὶ ὅτι οὐ δύνῃ βαστάσαι κακούς καὶ ἐπειράσω τοὺς φάσκοντας εἶναι ἀποστόλους καὶ οὐκ εἰσίν καὶ εὗρες αὐτοὺς ψευδεῖς
3 καὶ ἐβάστασας καὶ ὑπομονὴν ἔχεις καὶ διὰ τὸ ὄνομά μου κεκοπίακας καὶ οὐ κέκμηκας
4 ἀλλ ἔχω κατὰ σοῦ ὅτι τὴν ἀγάπην σου τὴν πρώτην ἀφῆκας
5 μνημόνευε οὖν πόθεν ἐκπέπτωκας καὶ μετανόησον καὶ τὰ πρῶτα ἔργα ποίησον εἰ δὲ μή ἔρχομαί σοι τάχει καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς ἐὰν μὴ μετανοήσῃς
6 ἀλλὰ τοῦτο ἔχεις ὅτι μισεῖς τὰ ἔργα τῶν νικολαϊτῶν ἃ κἀγὼ μισῶ
7 ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις τῷ νικῶντι δώσω αὐτῷ φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς ὅ ἐστιν ἐν μέσῶ τοῦ παραδείσου τοῦ θεοῦ
8 καὶ τῷ ἀγγέλῳ τῆς ἐκκλησίας σμυρναίων γράψον τάδε λέγει ὁ πρῶτος καὶ ὁ ἔσχατος ὃς ἐγένετο νεκρὸς καὶ ἔζησεν
9 οἶδά σου τὰ ἔργα καὶ τὴν θλῖψιν καὶ τὴν πτωχείαν πλούσιος δὲ εἶ καὶ τὴν βλασφημίαν τῶν λεγόντων ἰουδαίους εἶναι ἑαυτούς καὶ οὐκ εἰσὶν ἀλλὰ συναγωγὴ τοῦ σατανᾶ
10 μηδὲν φοβοῦ ἃ μέλλεις πάσχειν ἰδού μέλλει βάλειν ἐξ ὑμῶν ὁ διάβολος εἰς φυλακὴν ἵνα πειρασθῆτε καὶ ἕξετε θλῖψιν ἡμερῶν δέκα γίνου πιστὸς ἄχρι θανάτου καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς
11 ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου
12 καὶ τῷ ἀγγέλῳ τῆς ἐν περγάμῳ ἐκκλησίας γράψον τάδε λέγει ὁ ἔχων τὴν ῥομφαίαν τὴν δίστομον τὴν ὀξεῖαν
13 οἶδα τὰ ἔργα σου καὶ ποῦ κατοικεῖς ὅπου ὁ θρόνος τοῦ σατανᾶ καὶ κρατεῖς τὸ ὄνομά μου καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου καὶ ἐν ταῖς ἡμέραις ἐν αἷς ἀντιπᾶς ὁ μάρτυς μου ὁ πιστός ὃς ἀπεκτάνθη παρ ὑμῖν ὅπου κατοικεῖ ὁ σατανᾶς
14 ἀλλ ἔχω κατὰ σοῦ ὀλίγα ὅτι ἔχεις ἐκεῖ κρατοῦντας τὴν διδαχὴν βαλαάμ ὃς ἐδίδασκεν ἕν τῷ βαλὰκ βαλεῖν σκάνδαλον ἐνώπιον τῶν υἱῶν ἰσραήλ φαγεῖν εἰδωλόθυτα καὶ πορνεῦσαι
15 οὕτως ἔχεις καὶ σὺ κρατοῦντας τὴν διδαχὴν τῶν νικολαϊτῶν ὅ μισῶ
16 μετανόησον εἰ δὲ μή ἔρχομαί σοι ταχύ καὶ πολεμήσω μετ αὐτῶν ἐν τῇ ῥομφαίᾳ τοῦ στόματός μου
17 ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις τῷ νικῶντι δώσω αὐτῷ φαγεῖν ἀπὸ τοῦ μάννα τοῦ κεκρυμμένου καὶ δώσω αὐτῷ ψῆφον λευκὴν καὶ ἐπὶ τὴν ψῆφον ὄνομα καινὸν γεγραμμένον ὃ οὐδεὶς ἔγνω εἰ μὴ ὁ λαμβάνων
18 καὶ τῷ ἀγγέλῳ τῆς ἐν θυατείροις ἐκκλησίας γράψον τάδε λέγει ὁ υἱὸς τοῦ θεοῦ ὁ ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα πυρός καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ
19 οἶδά σου τὰ ἔργα καὶ τὴν ἀγάπην καὶ τὴν διακονίαν καὶ τὴν πίστιν καὶ τὴν ὑπομονήν σου καὶ τὰ ἔργα σου καὶ τὰ ἔσχατα πλείονα τῶν πρώτων
20 ἀλλ ἔχω κατὰ σοῦ ὀλίγα ὅτι ἐᾷς τὴν γυναῖκα ἰεζάβηλ τὴν λέγουσαν ἑαυτὴν προφῆτιν διδάσκειν καὶ πλανᾶσθαι ἐμοὺς δούλους πορνεῦσαι καὶ εἰδωλόθυτα φαγεῖν
21 καὶ ἔδωκα αὐτῇ χρόνον ἵνα μετανοήσῃ ἐκ τῆς πορνείας αὐτῆς καὶ οὐ μετενόησεν
22 ἰδού ἐγὼ βάλλω αὐτὴν εἰς κλίνην καὶ τοὺς μοιχεύοντας μετ αὐτῆς εἰς θλῖψιν μεγάλην ἐὰν μὴ μετανοήσωσιν ἐκ τῶν ἔργων αὐτῶν
23 καὶ τὰ τέκνα αὐτῆς ἀποκτενῶ ἐν θανάτῳ καὶ γνώσονται πᾶσαι αἱ ἐκκλησίαι ὅτι ἐγώ εἰμι ὁ ἐρευνῶν νεφροὺς καὶ καρδίας καὶ δώσω ὑμῖν ἑκάστῳ κατὰ τὰ ἔργα ὑμῶν
24 ὑμῖν δὲ λέγω καὶ λοιποῖς τοῖς ἐν θυατείροις ὅσοι οὐκ ἔχουσιν τὴν διδαχὴν ταύτην καὶ οἵτινες οὐκ ἔγνωσαν τὰ βάθη τοῦ σατανᾶ ὡς λέγουσιν οὐ βάλω ἐφ ὑμᾶς ἄλλο βάρος
25 πλὴν ὃ ἔχετε κρατήσατε ἄχρις οὗ ἂν ἥξω
26 καὶ ὁ νικῶν καὶ ὁ τηρῶν ἄχρι τέλους τὰ ἔργα μου δώσω αὐτῷ ἐξουσίαν ἐπὶ τῶν ἐθνῶν
27 καὶ ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ ὡς τὰ σκεύη τὰ κεραμικὰ συντρίβεται ὡς κἀγώ εἴληφα παρά τοῦ πατρός μου
28 καὶ δώσω αὐτῷ τὸν ἀστέρα τὸν πρωϊνόν
29 ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις