16
συνίστημι δὲ ὑμῖν φοίβην τὴν ἀδελφὴν ἡμῶν οὖσαν διάκονον τῆς ἐκκλησίας τῆς ἐν κεγχρεαῖς ἵνα αὐτὴν προσδέξησθε ἐν κυρίῳ ἀξίως τῶν ἁγίων καὶ παραστῆτε αὐτῇ ἐν ἂν ὑμῶν χρῄζῃ πράγματι καὶ γὰρ αὐτὴ προστάτις πολλῶν ἐγενήθη καὶ αὐτοῦ ἐμοῦ ἀσπάσασθε πρίσκιλλαν καὶ ἀκύλαν τοὺς συνεργούς μου ἐν χριστῷ ἰησοῦ οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν καὶ τὴν κατ οἶκον αὐτῶν ἐκκλησίαν ἀσπάσασθε ἐπαίνετον τὸν ἀγαπητόν μου ὅς ἐστιν ἀπαρχὴ τῆς ἀχαΐας εἰς χριστόν ἀσπάσασθε μαρίαμ ἥτις πολλὰ ἐκοπίασεν εἰς ἡμᾶς ἀσπάσασθε ἀνδρόνικον καὶ ἰουνιᾶν τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις οἳ καὶ πρὸ ἐμοῦ γέγονασιν ἐν χριστῷ ἀσπάσασθε ἀμπλίαν τὸν ἀγαπητόν μου ἐν κυρίῳ ἀσπάσασθε οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν χριστῷ καὶ στάχυν τὸν ἀγαπητόν μου 10 ἀσπάσασθε ἀπελλῆν τὸν δόκιμον ἐν χριστῷ ἀσπάσασθε τοὺς ἐκ τῶν ἀριστοβούλου 11 ἀσπάσασθε ἡροδίωνα τὸν συγγενῆ μου ἀσπάσασθε τοὺς ἐκ τῶν ναρκίσσου τοὺς ὄντας ἐν κυρίῳ 12 ἀσπάσασθε τρύφαιναν καὶ τρυφῶσαν τὰς κοπιώσας ἐν κυρίῳ ἀσπάσασθε περσίδα τὴν ἀγαπητήν ἥτις πολλὰ ἐκοπίασεν ἐν κυρίῳ 13 ἀσπάσασθε ῥοῦφον τὸν ἐκλεκτὸν ἐν κυρίῳ καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ 14 ἀσπάσασθε ἀσύγκριτον φλέγοντα ἑρμᾶν πατροβᾶν ἑρμῆν καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς 15 ἀσπάσασθε φιλόλογον καὶ ἰουλίαν νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ καὶ ὀλυμπᾶν καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους 16 ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τοῦ χριστοῦ 17 παρακαλῶ δὲ ὑμᾶς ἀδελφοί σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε ποιοῦντας καὶ ἐκκλίνατε ἀπ αὐτῶν 18 οἱ γὰρ τοιοῦτοι τῷ κυρίῳ ἡμῶν ἰησοῦ χριστῷ οὐ δουλεύουσιν ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσιν τὰς καρδίας τῶν ἀκάκων 19  γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο χαίρω οὖν τὸ ἐφ ὑμῖν θέλω δὲ ὑμᾶς σοφοὺς μέν εἶναι εἰς τὸ ἀγαθόν ἀκεραίους δὲ εἰς τὸ κακόν 20  δὲ θεὸς τῆς εἰρήνης συντρίψει τὸν σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει χάρις τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ μεθ ὑμῶν 21 ἀσπάζονταί ὑμᾶς τιμόθεος συνεργός μου καὶ λούκιος καὶ ἰάσων καὶ σωσίπατρος οἱ συγγενεῖς μου 22 ἀσπάζομαι ὑμᾶς ἐγὼ τέρτιος γράψας τὴν ἐπιστολὴν ἐν κυρίῳ 23 ἀσπάζεται ὑμᾶς γάϊος ξένος μου καὶ τῆς ἐκκλησίας ὅλης ἀσπάζεται ὑμᾶς ἔραστος οἰκονόμος τῆς πόλεως καὶ κούαρτος ἀδελφός 24  χάρις τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ μετὰ πάντων ὑμῶν ἀμήν 25 τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα ἰησοῦ χριστοῦ κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου 26 φανερωθέντος δὲ νῦν διά τε γραφῶν προφητικῶν κατ ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος 27 μόνῳ σοφῷ θεῷ διὰ ἰησοῦ χριστοῦ δόξα εἰς τοὺς αἰῶνας ἀμήν
προς ρωμαιους εγραφη απο κορινθου δια φοιβης της διακονου της εν κεγχρεαις εκκλησιας